Θεοτόκε Παρθένε, χαῖρε, κεχαριτωμένη Μαρία,
ὁ Κύριος μετὰ σοῦ. εὐλογημένη σὺ ἐν γυναιξί,
καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι
Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.